Τρίτη, 10 Ιουλίου 2012

ΠΑΡΑΚΛΗΣΗ ΓΕΡΟΝΤΟΣ ΠΑΙΣΙΟΥ

ΠΑΡΑΚΛΗΣΗ ΓΕΡΟΝΤΟΣ ΠΑΙΣΙΟΥ 

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ΄Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ΄ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μην αποστρέψης το πρόσωπόν σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί. Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου Τω Αγίω του Χριστού Παϊσίω, τω δοξασθέντι δωρεαίς ουρανίους, προσπέσωμεν εκ βάθους ψυχής, Άγιε Παϊσιε, Ορθοδόξων Προστάτα, πάσης ημάς λύτρωσε συμφοράς και ανάγκης και πειρασμών και νόσων χαλεπών, τους καταφεύγοντας Πάτερ, τη σκέπη σου. Δόξα…. Ως ειληφώς παρά Θεού εξουσίαν του θεραπεύειν τας δεινάς καχεξίας Πάτερ, ίασαι δεόμεθα τους δεινώς θλιβομένους, νόσοις και παθήμασι και πκραίς αλγηδόσι και εν ειρήνη φύλαττε ημάς, ταις σαις πρεσβείες Πάτερ Όσιε. Και νυν. Θεοτοκίον Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών. Είτα τον Ν΄ Ψαλμόν Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ΄ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, αναβοών ως μεσίτη προς τον Θεόν· ειρήνευσον, πάτερ, την ζωήν μου και την κατ΄άμφω υγείαν μοι δώρησαι

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Οσίως ανύσας σου την ζωήν, αεί αγιάζεις και λυτρούσαι παντός κακού Παϊσιε Πάτερ Θεοφόρε τους προσιόντας τη σκέπη σου.

 Θεοτοκίον.

 Παναγούδας τον αθλητήν και την Θεοτόκον ανυμνήσωμεν εν ωδαίς, πρεσβεύειν αιτούντες προς Σωτήρα και βοηθείν εν κινδύνοις και θλιψεσει

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Αγαλλόμενοι πάντες, ως εν χορώ, κράζομεν σου τους άθλους, πάτερ, αινούντες και τους αγώνας σου κατά του άρχοντος των ακαθάρτων πνευμάτων, ου μανίας, όσιε, σώζε υμνούντας σε.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Απορρήτων τον μύστην, θαυματουργόν όσιον, πάσης Ελλάδος τον προστάτην πάντες δοξάσωμεν, ύμνοις εξαίροντες, των χαρισμάτων το πλήθος, δι
ʼ ων ο Παράκλητος τούτον εκόσμησε.

 Θεοτοκίον

 Φυλακτήριον πάντων εκ των δεινών θλίψεων συ υπάρχεις μόνη, Παρθένε, φρούρει υμνούντας σε εν τω ελέει σου, πρεσβείαις του Παϊσίου, πανελλήνων Γέροντος, παντελεήμονος.

 Διάσωσον από κινδύνων τους δούλους σου, θείε Πάτερ, τους την σην εν δεινοίς αιτούντας βοήθειαν και δίωξον άγχος και ακηδίαν.

 Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

 Φυλάξαι ημάς δεόμεθα εκ θλίψεων, τηρήσαι πιστούς τη πίστει του Χριστού ημών, Παϊσιε όσιε, του Άθω το νέον βλάστημα, της Εκκλησίας καύχημα σεπτόν και πάντων οσίων εγκαλλώπισμα.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Πληγείς τη κακία του δυσμενούς, τη ση αντιλήψει καταφεύγω αναβοών: Ειρήνευσον Πάτερ την ζωή μου και την κατ΄άμφω υγείαν μοι δώρησαι. Ω καινά και θαυμάσια τα τη χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ύμνους πλέξω σοι; Δειλιώ, ω πάτερ, και εξίσταμαι.

 Θεοτοκίον.

 Παναγία μου Δέσποινα, των αγγέλων θαύμα το ακατάληπτον, υμνωδείν σε καταξίωσον του Σωτήρος πάντων την γεννήτριαν.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Όλων ο πατήρ και προστάτης όντως γέγονας θλιβομένων εν ζωή η χαρμονή, ως παρέχων πάσι θείαν προστασίαν σου.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Ρώσιν εν δεινοίς σε, Παϊσιε, κεκτήμεθα, σοι προσφεύγοντες θερμαίς εν προσευχαίς, ως μεσίτην προς Θεόν τον πανοικτίρμονα.

Φύλαξον ημάς τους τιμώντας σε, Παϊσιε, χορηγών της μαρτυρίας του Χριστού την προαίρεσιν και ζέσιν θείας πίστεως.

 Θεοτοκίον. Ύμνον σοι, Αγνή, ευφροσύνως αναμέλπομεν, των αγγέλων ούσαν όντως γλυκασμόν, και πικρίαν Εύας λύσασαν τω τόκω σου.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

Ρωννύμεθα ταις ευχαίς σου, όσιε, και ψυχήν προς ουρανούς ανυψούμεν, υπομονήν και ανδρείαν πλουτούντες εν πειρασμοίς και δειναίς επιθέσεσι, Παϊσιε, πάτερ ημών· όθεν πάντες κοινή ανυμνούμεν σε.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Θαυμάτων δυνάμεις ως ενεργών, θεράπευσον Πάτερ ασθενείας οδυνηράς των την ση βοήθειαν ζητούντων θαυματουργέ Παϊσιε.

 Θεοτοκίον

 Υμνούντες σε, Θεοτόκε Άχραντε, τας ψυχάς προς ουρανούς ανυψούμεν, τη του Υιού σου αγάπη θαρρούντες και μητρικαίς σου πρεσβείαις ελπίζοντες, δεόμενοι επιτυχείν παραδείσου τερπνού απολαύσεως.

 Διάσωσον από κινδύνων, Παϊσιε, σους ικέτας και παράσχου τη ση μονή βοήθειαν, όσιε, ως έχων προς Κύριον παρρησίαν.

 Άχραντε η διά λόγου τον Λόγον ανερμηνεύτως επ
ʼ εσχάτως των ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.

 «Προστασία των χριστιανών».

 Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Τοις αγίοις αυτού τοις εν τη γη εθαυμάστωσεν ο Κύριος.

 Ευαγγέλιον κατά Λουκάν.

 Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. προσέχετε από των ανθρώπων. επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών και διώξουσι, παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου. Αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ούν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι. Εγώ γαρ δώσω ημίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων και συγγενών και φίλων και αδελφών, και θανατώσουσι εξ υμών, και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου. Και θριξ εκ της κεφαλής υμών ου μη απόληται. εν τη υπομονή υμών κτήσασθε τας ψυχάς υμών.

 Δόξα Πατρί και Υιό και Αγίω Πνεύματι Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

 Και νυν Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

 Ελεήμον, ελέησόν με ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.

Άθωνος μύστην, μοναχών το σέμνωμα, ιερέων πάντιμον εγκαλλώπισμα, ιατρόν άριστον, ορφανών πατέρα, των πιπτόντων σε ανόρθωσιν έγνωμεν, όσιε, και των δαιμονώντων την λύτρωσιν· γαλήνης ημίν πρόξενον και χαράς μεγάλης τον αίτιον. Όθεν σοι βοώμεν· μη παύση επισκέπτεσθαι ημάς, ιάσθαι, πάτερ Παϊσιε, και φυλάττειν δούλους σου.

 Σώσον ο Θεός τον λαόν σου...

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Εν απλότητι όλην την ζωήν σου διήλθες και υπηρέτησας Θεώ τε και ανθρώποις, νυκτός τε και ημέρα προσευχόμενος, όσιε, και φέρων πόνους ημών, Παϊσιε, παμμάκαρ.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Πατρικήν σου πρεσβείαν, εκζητούμεν, τρισμάκαρ, προς τον Θεόν ημών, ίνα διασωθώμεν κινδύνων και μανίας πονηρού πολεμήτορος, θαρρούντες, πάτερ, τη ση μεγάλη ευσπλαγχνία. Ηγαπήθης υφ` όλων, ως αγάπην πηγάζων και πλημμυρών ημάς, πληγάς τε θεραπεύων, δαιμόνια εκβάλλων και εκ πόνων λυτρούμενος, παρέχων χάριν δει αεί τοις αιτουμένοις πάσι.

 Θεοτοκίον

 Ευγνωμόνως υμνούμεν Σε, Παρθένε και μήτερ Θεοχαρίτωτε, ως τέξασαν τω κόσμω Σωτήρα απειράνδρως και Θεόν Πανοικτίρμονα, προς όν πρεσβεύεις αεί σωθήναι τους ανθρώπους.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Υπέρ υγείας και σωτηρίας του κόσμου τας ευχάς σου Χριστώ συ προσάγεις, όθεν σε υμνούμεν, Παϊσιε, τρισμάκαρ.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Αμαρτιών μου Συ την πληθύν άφες, Σώτερ, Παϊσίου θερμαίς ικεσίαις, και εν μετανοία τον βίον μου παράσχου. Γαλήνην δίδου τρικυμιζούση καρδία, των δεινών τας οδύνας πραΰνων χάριτί σου, πάτερ, καμνόντων ευγεργέτα.

 Θεοτοκίον

 Γέγονας μήτηρ εν παρθενία τελούσα,τον Θεόν και Σωτήρα τεκούσα, ον εκδυσωπούσα, κινδύνων σώζεις πάντας.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Νοσημάτων παντοίων και χαλεπών θλίψεων και επηρειών ολεθρίων και επιθέσεων του αρχεκάκου εχθρού, ως συμπαθής, ασθενείς διέσωζε τους σε γεραίροντας.

 Άγιε του Θεού, πρέσβευε υπέρ ημών.

 Εν οδύναις και πόνοις και φοβεραίς μάστιξι Πάτερ. Τη ζωή μου ανύων, προς σε κατέφυγον, μην ουν παρίδης με, αλλά τη ση επισκέψει, εκ των συνεχόντων με δεινών απάλλαξον.

 Θεοτοκίον.

Υμνούμεν σε Παρθένε, Κεχαριτωμένη, ως την ελπίδα τω κόσμω δωρήσασαν, τεκούσα πάσι Σωτήρα Θεόν και άνθρωπον.

 Το Άξιόν εστι και τα Μεγαλυνάρια ταύτα.

 Χαίροις των οσίων η καλλονή και των ασκουμένων οδηγός και υπογραμμός. Χαίροις μοναχών το στέφος και η δόξα, Παϊσιε τρισμάκαρ, Άθωνος καύχημα.

 Ρυσθήναι πειρατηρίων παντοίων και σκανδάλων του εχθρού ολεθρίων και αναγκών και στενώσεων πλείστων, τον Παντικτοίρμωνα Λόγον ικέτευε, Παίσιε θαυματουργέ, τους προστρέχοντας πίστει τη σκέπη σου.

 Tης Αποκαλύψεως θεωρός, της προς Ιωάννην, εν τη Πάτμω συ γεγονώς, ώφθης μύστης μέγας των θείων μυστηρίων, τα Χερουβίμ εγγίσας τη ταπεινώσει σου.

 Ναυαγών του βίου ώφθης λιμή και των θλιβομένων η παράκλησις η θερμή, των απολωλότων ποιμήν της Εκκλησίας, και κρήνην ιαμάτων της θείας χάριτος.

 Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

 Το Τρισάγιον...

 Απολυτίκιον.

 Καππαδοκίας τον γόνον, και Αγίου Όρους τον έφορον, τον εσχάτοις χρόνοις φανέντα αρέτης, φίλον γνήσιον, Παϊσιον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού, αναβλύζει γαρ ιάσεις παντοδαπάς τοις ευλαβώς κραυγάζουσι, δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια Σου πάσιν ιάματα,

 Πάσι τοις τιμώσιν ευλαβώς την σεπτήν σου μνήμην, τρισμάκαρ, και δεομένοις πιστώς δώρησαι την ίασιν παθών, Παϊσιε· και κινδύνων και θλίψεων και ζάλης του κόσμου λύτρωσαι πρεσβείαις σου τους σοι προστρέχοντας· έχεις γαρ πολλήν παρρησίαν, ως Χριστού θεράπων και φίλος, μεσιτεύειν, όσιε, προς Κύριον.

 Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

 Την πάσαν ελπίδα μου εις σε ανατίθημι, μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

 Αστήρ φαεινός εδείχθεις τοις μονάζουσιν. Ως φέγγος νυκτί αυγάζεις εν τοις πέρασιν. Ούτω Πάτερ ελάμψας καθάπερ ήλιος, δια τούτο Παϊσιε μην παύσεις πρεσβεύων υπέρ πάντων ημών

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου