Τετάρτη 26 Φεβρουαρίου 2014

Α’ Προς Κορινθίους Παύλου Επιστολή



Ύμνος προς την Αγάπην
1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω,
γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ
ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν
εἰμι.
3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα
καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ ερπερεύε-
ται, οὐ φυσιοῦται,
5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ
7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται εἴτε
γλῶσσαι, παύσονται εἴτε γνῶσις, καταργηθήσεται.
9 ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν
10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.
11 ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζό-
μην ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
12 βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσω-
πον ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα μείζων  δὲ τούτων ἡ ἀγάπη.

Αρχική Σελίδα

ΚΟΙΝΩΝΙΑ ΟΡΘΟΔΟΞΙΑΣ ΗΧΗΤΙΚΟΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ

Ολόκληρο το Βιβλίο "Κλίμαξ" του Αγίου Ιωάννου του Σιναΐτου.

ΕΟΡΤΟΛΟΓΙΟ (ΝΕΟ)

ΕΟΡΤΟΛΟΓΙΟ (Πάτριο) ΑΓ.ΟΡΟΥΣ

Αρχειοθήκη

ΡΑΔΙΟ ΟΡΘΟΔΟΞΙΑΣ

ΟΡΥ

ΙΕΡΟΨΑΛΤΗΣ ΚΙΛΚΙΣ

...ΚΑΛΗ ΣΑΣ ΠΛΟΗΓΗΣΗ ΣΤΟ ΙΕΡΟΨΑΛΤΗΣ ΚΙΛΚΙΣ...

ΠΕΡΗΦΑΝΗ ΚΥΜΑΤΙΖΕΙΣ

ΠΕΡΗΦΑΝΗ ΚΥΜΑΤΙΖΕΙΣ
Ἀπ᾿ τὰ κόκαλα βγαλμένη τῶν Ἑλλήνων τὰ ἱερά, καὶ σὰν πρῶτα ἀνδρειωμένη, χαῖρε, ὢ χαῖρε, Ἐλευθεριά!

Συνολικές προβολές σελίδας

ΠΑΝΑΓΙΟΣ ΤΑΦΟΣ

ΠΑΝΑΓΙΟΣ ΤΑΦΟΣ
Κάντε κλικ στην εικόνα

ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ

ΚΟΙΝΩΝΙΑ ΟΡΘΟΔΟΞΙΑΣ

ΠΑΥΛΕΙΟΣ ΛΟΓΟΣ

ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ
Κάντε κλικ στην εικόνα

ΑΓΙΟΣ ΕΦΡΑΙΜ (ΜΑΚΡΗΣ)

ΑΓΙΟΣ ΕΦΡΑΙΜ (ΜΑΚΡΗΣ)
Κάντε κλικ στην εικόμα

ΚΟΙΝΩΝΙΑ ΟΡΘΟΔΟΞΙΑΣ

ΚΟΙΝΩΝΙΑ ΟΡΘΟΔΟΞΙΑΣ
Κάντε κλικ στην εικόνα

ΗΧΗΤΙΚΑ

ΗΧΗΤΙΚΑ
Κάντε κλικ στην εικόνα

ΣΥΝΑΞΑΡΙ

ΑΠΟΦΘΕΓΜΑΤΑ

agiooros.org

ΒΙΝΤΕΟ ΠΡΟΤΑΣΕΙΣ

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΜΑΣ

Δημοφιλείς Αναρτήσεις